Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.293 Joseph. AJ 3.297 (English) >>Joseph. AJ 3.302

3.295

Καὶ βραχὺ διαλιπὼν ἀπανίσταται τοῦ Σιναίου ὄρους καὶ τόπους τινὰς ἀμείψας, περὶ ὧν δηλώσομεν, εἴς τι χωρίον Ἐσερμὼθ λεγόμενον παρῆν, κἀκεῖ τὸ πλῆθος πάλιν στασιάζειν ἄρχεται, καὶ τὸν Μωυσῆν αἰτιᾶσθαι τῶν τε κατὰ τὴν ἀποδημίαν αὐτῷ πεπειραμένων, 3.296καὶ ὅτι γῆς ἀγαθῆς αὐτοὺς πείσαντος ἀπαναστῆναι τὴν μὲν ἀπολέσειαν, ἀντὶ δὲ ἧς ὑπέσχετο παρέξειν εὐδαιμονίας ἐν ταύταις ἀλῶνται ταῖς ταλαιπωρίαις, ὕδατος μὲν σπανίζοντες, εἰ δὲ καὶ τὴν μάνναν ἐπιλιπεῖν συμβαίη τέλεον ἀπολούμενοι. 3.297πολλὰ δὲ εἰς τὸν ἄνδρα καὶ δεινὰ λεγόντων, εἷς δέ τις αὐτοῖς παρῄνει, μήτε Μωυσέος καὶ τῶν πεπονημένων αὐτῷ περὶ τῆς κοινῆς σωτηρίας ἀμνημονεῖν μήτʼ ἀπογινώσκειν τῆς τοῦ θεοῦ βοηθείας. τὸ δὲ πλῆθος πρὸς τοῦτο μᾶλλον ἐκινήθη καὶ θορυβῆσαν ἔτι μᾶλλον πρὸς τὸν Μωυσῆν ἐπετείνετο. 3.298Μωυσῆς δὲ παραθαρσύνων αὐτοὺς οὕτως ἀπεγνωκότας ὑπέσχετο καίπερ αἰσχρῶς ὑπʼ αὐτῶν περιυβρισμένος πλῆθος αὐτοῖς παρέξειν κρεῶν οὐκ εἰς μίαν ἡμέραν ἀλλʼ εἰς πλείονας. ἀπιστούντων δʼ ἐπὶ τούτῳ καί τινος ἐρομένου, πόθεν ἂν τοσαύταις εὐπορήσειε μυριάσι τῶν προειρημένων, “ θεός, εἶπε, κἀγὼ καί τοι κακῶς ἀκούοντες πρὸς ὑμῶν οὐκ ἂν ἀποσταίημεν κάμνοντες ὑπὲρ ὑμῶν, καὶ ταῦτα οὐκ εἰς μακρὰν 3.299ἔσται.” ἅμα ταῦτʼ ἔλεγε καὶ πίμπλαται τὸ στρατόπεδον ὀρτύγων ἅπαν καὶ ἤθροιζον αὐτοὺς περιστάντες. μέντοι θεὸς οὐκ εἰς μακρὰν μετέρχεται τοὺς Ἑβραίους τῆς εἰς αὐτὸν θρασύτητος καὶ λοιδορίας· ἀπέθανε γὰρ οὐκ ὀλίγον πλῆθος αὐτῶν, καὶ νῦν ἔτι κατʼ ἐπωνυμίαν χῶρος ὀνομάζεται Καβρωθαβά, ἐπιθυμίας μνημεῖα λέγοιτο ἄν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.293 Joseph. AJ 3.297 (English) >>Joseph. AJ 3.302

Powered by PhiloLogic